1.

[1.209] ἐπεὶ δὲ τὴν ἔννοιαν καὶ τὰ μέρη καὶ τὸ κριτήριον καὶ τὸ τέλος, ἔτι δὲ τοὺς τρόπους τῆς ἐποχῆς ἐφοδεύσαντες, καὶ περὶ τῶν σκεπτικῶν φωνῶν εἰπόντες, τὸν χαρακτῆρα τῆς σκέψεως ἐμπεφανίκαμεν, ἀκόλουθον ἡγούμεθα εἶναι καὶ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν τὴν πρὸς αὐτὴν διάκρισιν συντόμως ἐπελθεῖν, ἵνα σαφέστερον τὴν ἐφεκτικὴν ἀγωγὴν κατανοήσωμεν. ἀρξώμεθα δὲ ἀπὸ τῆς Ἡρακλειτείου φιλοσοφίας.