HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,213
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,213.rdf
1.
[1.213]
λ´ τίνι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Δημοκριτείου φιλοσοφίας. Ἀλλὰ καὶ ἡ Δημοκρίτειος φιλοσοφία λέγεται κοινωνίαν ἔχειν πρὸς τὴν σκέψιν, ἐπεὶ δοκεῖ τῇ αὐτῇ ὕλῃ ἡμῖν κεχρῆσθαι˙
ἀπὸ γὰρ τοῦ τοῖς μὲν γλυκὺ φαίνεσθαι τὸ μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον (Cfr. 68 A 134 Diels)
ἐπιλογίζεσθαί φασι
τὸ μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν ῾οὐ μᾶλλον᾽ (Cfr.
adv. dogm. I 135-140) φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ ῾οὐ μᾶλλον᾽ φωνῇ οἵ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου˙ ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν φωνήν, ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν, πότερον ἀμφότερα ἢ οὐ θέτερόν τι ἔστι τῶν φαινομένων.