1.

[1.213] λ´ τίνι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Δημοκριτείου φιλοσοφίας.
Ἀλλὰ καὶ ἡ Δημοκρίτειος φιλοσοφία λέγεται κοινωνίαν ἔχειν πρὸς τὴν σκέψιν, ἐπεὶ δοκεῖ τῇ αὐτῇ ὕλῃ ἡμῖν κεχρῆσθαι˙ ἀπὸ γὰρ τοῦ τοῖς μὲν γλυκὺ φαίνεσθαι τὸ μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον (Cfr. 68 A 134 Diels) ἐπιλογίζεσθαί φασι τὸ μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν ῾οὐ μᾶλλον᾽ (Cfr. adv. dogm. I 135-140) φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ ῾οὐ μᾶλλον᾽ φωνῇ οἵ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου˙ ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν φωνήν, ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν, πότερον ἀμφότερα ἢ οὐ θέτερόν τι ἔστι τῶν φαινομένων.