[61] Ἐτελεύτησε δὲ σχολαρχεῖν ἀρξάμενος τῷ τετάρτῳ ἔτει τῆς τετάρτης καὶ τριακοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς σχολῆς ἀφηγησάμενος ἓξ πρὸς τοῖς εἴκοσιν ἔτη˙ ἡ τελευτὴ δὲ αὐτῷ παράλυσις ἐκ πολυποσίας. καὶ αὐτῷ προσεπαίξαμεν ἡμεῖς οὑτωσί (A. Pal. VII. 105)˙

καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὺ
Βάκχου ἑλὼν Ἀΐδην ποσσὶν ἔσυρες ἄκροις.
ἦ σαφὲς ἦν˙ Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ,
λῦσε μέλη˙ διὸ δὴ μήτι Λυαῖος ἔφυ;

[61] Ἐτελεύτησε δὲ σχολαρχεῖν ἀρξάμενος τῷ τετάρτῳ ἔτει τῆς τετάρτης καὶ τριακοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς σχολῆς ἀφηγησάμενος ἓξ πρὸς τοῖς εἴκοσιν ἔτη˙ ἡ τελευτὴ δὲ αὐτῷ παράλυσις ἐκ πολυποσίας. καὶ αὐτῷ προσεπαίξαμεν ἡμεῖς οὑτωσί˙

καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὲ
Βάκχος ἑλὼν Ἀΐδην ποσσὶν ἔσυρεν ἄκροις.
ἦ σαφὲς ἦν˙ Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ,
λῦσε μέλη˙ διὸ δὴ μήτι Λυαῖος ἔφυ;

[61] Ἐτελεύτησε δὲ σχολαρχεῖν ἀρξάμενος τῷ τετάρτῳ ἔτει τῆς τετάρτης καὶ τριακοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς σχολῆς ἀφηγησάμενος ἓξ πρὸς τοῖς εἴκοσιν [2991] ἔτη˙ ἡ τελευτὴ δὲ αὐτῷ παράλυσις ἐκ πολυποσίας. Καὶ αὐτῷ προσεπαίξαμεν ἡμεῖς οὑτωσί˙

Καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σε
Βάκχος ἑλὼν Ἀΐδην ποσσὶν ἔσυρεν ἄκροις.
[2995] Ἦ σαφὲς ἦν˙ Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ,
λῦσε μέλη˙ διὸ δὴ μή τι Λυαῖος ἔφυ;