1.

[1.214] ὥστε καὶ κατὰ τοῦτο μὲν διαφέρομεν, προδηλοτάτη δὲ γίνεται ἡ διάκρισις ὅταν ὁ Δημόκριτος (Cfr. 68 B 9 Diels) λέγῃ ῾ἐτεῇ δὲ ἄτομα καὶ κενόν᾽. ῾ἐτεῇ᾽ μὲν γὰρ λέγει ἀντὶ τοῦ ῾ἀληθείᾳ᾽˙ κατ' ἀλήθειαν δὲ ὑφεστάναι λέγων τάς τε ἀτόμους καὶ τὸ κενὸν ὅτι διενήνοχεν ἡμῶν, εἰ καὶ ἀπὸ τῆς ἀνωμαλίας τῶν φαινομένων ἄρχεται, περιττὸν οἶμαι λέγειν.