HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,216
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,216.rdf
1.
[1.216]
λβ´ τίνι διαφέρει τῆς Πρωταγορείου ἀγωγῆς ἡ σκέψις. Καὶ ὁ
Πρωταγόρας (Cfr. 80 A 14 Diels-Kranz) δὲ βούλεται
πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν, ῾μέτρον᾽ μὲν λέγων τὸ κριτήριον, ῾χρημάτων᾽ δὲ τῶν πραγμάτων, ὡς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν.