1.

[1.216] λβ´ τίνι διαφέρει τῆς Πρωταγορείου ἀγωγῆς ἡ σκέψις.
Καὶ ὁ Πρωταγόρας (Cfr. 80 A 14 Diels-Kranz) δὲ βούλεται πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν, ῾μέτρον᾽ μὲν λέγων τὸ κριτήριον, ῾χρημάτων᾽ δὲ τῶν πραγμάτων, ὡς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν.