1.

[1.224] ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαινέσας [τὸν Ξενοφάνην], ὡς καὶ τοὺς σίλλους αὐτῷ ἀναθεῖναι, ἐποίησεν αὐτὸν ὀδυρόμενον καὶ λέγοντα
‘ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι
ἀμφοτερόβλεπτος˙ δολίῃ δ' ὁδῷ ἐξαπατήθην
πρεσβυγενὴς ἔτ' ἐὼν καὶ ἀμενθήριστος ἁπάσης
σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι,
εἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο˙ πᾶν δ' ἐὸν αἰεί
πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ' ὁμοίην.’
διὰ τοῦτο γοῦν καὶ ὑπάτυφον αὐτὸν λέγει, καὶ οὐ τέλειον ἄτυφον, δι' ὧν φησι (Diels Vorsokr. [Unknown rendering: dep]2[End rendering] 21 A 35)
‘Ξεινοφάνης ὑπάτυφος, ὁμηραπάτης ἐπισκώπτης,
εἰ τὸν ἀπ' ἀνθρώπων θεὸν ἐπλάσατ' ἶσον ἁπάντῃ,
〈ἀτρεμῆ〉 ἀσκηθῆ νοερώτερον ἠὲ νόημα.’
(Diels Vorsokr. [Unknown rendering: dep]2[End rendering] 21 A 35)
ὑπάτυφον μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον, ὁμηραπάτης δὲ ἐπισκώπτην, ἐπεὶ τὴν παρ' Ὁμήρῳ ἀπάτην διέσυρεν.