1.

[1.231] ἀλλὰ καὶ ἐν τοῖς πρὸς τὸ τέλος (Cfr. §§ 25 sqq.) διαφέρομεν τῆς νέας Ἀκαδημίας˙ οἱ μὲν γὰρ κατ' αὐτὴν κοσμεῖσθαι λέγοντες ἄνδρες τῷ πιθανῷ προσχρῶνται κατὰ τὸν βίον, ἡμεῖς δὲ τοῖς νόμοις καὶ τοῖς ἔθεσι καὶ τοῖς φυσικοῖς πάθεσιν ἑπόμενοι βιοῦμεν ἀδοξάστως (Cfr. §§ 22-24). καὶ πλείω δ' ἂν εἴπομεν πρὸς τὴν διάκρισιν, εἰ μὴ τῆς συντομίας ἐστοχαζόμεθα.