HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,237
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,237.rdf
1.
[1.237] αὕτη γὰρ μόνη τῶν κατὰ ἰατρικὴν αἱρέσεων περὶ μὲν τῶν ἀδήλων δοκεῖ μὴ προπετεύεσθαι, πότερον καταληπτά ἐστιν ἢ ἀκατάληπτα λέγειν αὐθαδειαζομένη, τοῖς δὲ φαινομένοις ἑπομένη ἀπὸ τούτων λαμβάνει τὸ συμφέρειν δοκοῦν κατὰ τὴν τῶν σκεπτικῶν ἀκολουθίαν.
ἐλέγομεν γὰρ ἐν τοῖς ἔμπροσθεν (Cfr. § 23), ὅτι ὁ βίος ὁ κοινός, ᾧ καὶ ὁ σκεπτικὸς χρῆται, τετραμερής ἐστιν, τὸ μέν τι ἔχων ἐν ὑφηγήσει φύσεως, τὸ δ' ἐν ἀνάγκῃ παθῶν, τὸ δ' ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ δ' ἐν διδασκαλίᾳ τεχνῶν.