1.

[1.238] ὥσπερ οὖν κατὰ τὴν ἀνάγκην τῶν παθῶν ὁ σκεπτικὸς ὑπὸ μὲν δίψους ἐπὶ ποτὸν ὁδηγεῖται, ὑπὸ δὲ λιμοῦ ἐπὶ τροφήν, καὶ ἐπί τι τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ὁ μεθοδικὸς ἰατρὸς ὑπὸ τῶν παθῶν ἐπὶ τὰ κατάλληλα ὁδηγεῖται, ὑπὸ μὲν στεγνώσεως ἐπὶ τὴν χαύνωσιν, ὡς καταφεύγει τις ἀπὸ τῆς διὰ ψῦχος ἐπιτεταμένον πυκνώσεως ἐπὶ ἀλέαν, ὑπὸ δὲ ῥύσεως ἐπὶ τὴν ἐποχὴν αὐτῆς, ὡς καὶ οἱ ἐν βαλανείῳ ἱδρῶτι πολλῷ περιρρεόμενοι καὶ ἐκλυόμενοι ἐπὶ τὴν ἐποχὴν αὐτοῦ παραγίνονται καὶ διὰ τοῦτο ἐπὶ τὸν ψυχρὸν ἀέρα καταφεύγουσιν. ὅτι δὲ καὶ τὰ φύσει ἀλλότρια ἐπὶ τὴν ἄρσιν αὐτῶν ἰέναι καταναγκάζει, πρόδηλον, ὅπου γε καὶ ὁ κύων σκόλοπος αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν αὐτοῦ παραγίνεται (Cfr. § 70).