1.

[1.240] ὡς γὰρ ὁ σκεπτικὸς 〈ἀδοξάστως〉 χρῆται τῇ "οὐδὲν ὁρίζω" (Cfr. § 197) φωνῇ καὶ τῇ "οὐδὲν καταλαμβάνω," καθάπερ εἰρήκαμεν (Cfr. § 201), οὕτω καὶ ὁ μεθοδικὸς "κοινότητα" λέγει καὶ "διήκειν" καὶ τὰ παραπλήσια ἀπεριέργως. οὕτω δὲ καὶ τὸ τῆς ἐνδείξεως ὄνομα ἀδοξάστως παραλαμβάνει ἀντὶ τῆς ἀπὸ τῶν φαινομένων παθῶν τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν ὁδηγήσεως ἐπὶ τὰ κατάλληλα εἶναι δοκοῦντα, ὡς καὶ ἐπὶ δίψους καὶ ἐπὶ λιμοῦ καὶ τῶν ἄλλων ὑπεμίμνῃσκον.