1.

[1.241] ὅθεν οἰκειότητά τινα ἔχειν τὴν ἀγωγὴν τὴν κατὰ ἰατρικὴν τῶν μεθοδικῶν πρὸς τὴν σκέψιν, μᾶλλον τῶν ἄλλων κατὰ ἰατρικὴν αἱρέσεων (καὶ ὡς πρὸς σύγκρισιν ἐκείνων, οὐχ ἁπλῶς), ῥητέον ἐκ τούτων καὶ τῶν παραπλησίων τούτοις τεκμαιρομένους. Τοσαῦτα καὶ περὶ τῶν παρακεῖσθαι δοκούντων τῇ κατὰ τοὺς σκεπτικοὺς ἀγωγῇ διεξελθόντες, ἐν τούτοις ἀπαρτίζομεν τόν τε καθόλου τῆς σκέψεως λόγον καὶ τὸ πρῶτον τῶν ὑποτυπώσεων σύνταγμα.