1.

ΠΥΡΡΩΝΕΙΩΝ ΥΠΟΤΥΠΩΣΕΩΝ
ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΔΕΥΤΕΡΟΝ.

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων ὑποτυπώσεων.

  • α´ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς
  • β´ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως
  • γ´ περὶ κριτηρίου
  • δ´ εἰ ἔστι κριτήριον ἀληθείας
  • ε´ περὶ τοῦ ὑφ' οὗ
  • ς´ περὶ τοῦ δι' οὗ
  • ζ´ περὶ τοῦ καθ' ὃ
  • η´ περὶ ἀληθοῦς καὶ ἀληθείας
  • θ´ εἰ ἔστι τι φύσει ἀληθές
  • ι´ περὶ σημείου
  • ια´ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν
  • ιβ´ περὶ ἀποδείξεως
  • ιγ´ εἰ ἔστιν ἀπόδειξις
  • ιδ´ περὶ συλλογισμῶν
  • ιε´ περὶ ἐπαγωγῆς
  • ις´ περὶ ὅρων
  • ιζ´ περὶ διαιρέσεων
  • ιη´ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως
  • ιθ´ εἰ διαιρεῖται ὅλον εἰς μέρη
  • κ´ περὶ γενῶν καὶ εἰδῶν
  • κα´ περὶ κοινῶν συμβεβηκότων
  • κβ´ περὶ σοφισμάτων

[2.1] α´ εἰ δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.
Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς (Cfr. I 5, 6, 21) μετήλθομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συντόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινάμενοι πρὸς τοὺς ἀεὶ θρυλοῦντας ὡς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἷός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων παρ' αὐτοῖς.