1.

[2.2] φασὶ γὰρ ὡς ἤτοι καταλαμβάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει˙ καὶ εἰ μὲν καταλαμβάνει, πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ' οὐ καταλαμβάνει, ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε λέγειν.