1.

[2.4] οἱ δὴ ταῦτα λέγοντες ἀποκρινάσθωσαν ἡμῖν, πῶς λέγουσι νῦν τὸ καταλαμβάνειν, πότερον τὸ νοεῖν ἁπλῶς ἄνευ τοῦ καὶ ὑπὲρ τῆς ὑπάρξεως ἐκείνων περὶ ὧν ποιούμεθα τοὺς λόγους διαβεβαιοῦσθαι, ἢ 〈τὸ〉 νοεῖν μετὰ τοῦ καὶ τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ καταληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι, τῆς καταληπτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος, κατ' αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγισμένης, οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος, οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως.