1.

[2.6] τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον, ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ, εἰ χρὴ μὴ ληρεῖν, συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική, συντόνως δὲ προσαχθήσεται ἡ σκεπτικὴ φιλοσοφία, διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ τοῦ μὴ οὕτως κατειλημμένου.