1.

[2.7] ὁ γὰρ περί τινος ἀδήλου πράγματος ἀποφαινόμενός τε καὶ δογματίζων ἤτοι κατειληφὼς αὐτὸ ἀποφαίνεσθαι περὶ αὐτοῦ λέξει ἢ μὴ κατειληφώς. ἀλλ' εἰ μὲν μὴ κατειληφώς, ἄπιστος ἔσται˙ εἰ δὲ κατειληφώς, ἤτοι αὐτόθεν καὶ ἐξ ἑαυτοῦ καὶ κατ' ἐνάργειαν ὑποπεσὸν αὑτῷ τοῦτο λέξει κατειληφέναι ἢ διά τινος ἐρεύνης καὶ ζητήσεως (Cfr. I 178).