1.

[2.8] ἀλλ' εἰ μὲν ἐξ ἑαυτοῦ περιπτωτικῶς κατ' ἐνάργειαν λέγοι ὑποπεσεῖν αὑτῷ καὶ κατειλῆφθαι τὸ ἄδηλον, οὕτως ἂν οὐδὲ ἄδηλον εἴη ἀλλὰ πᾶσιν ἐπ' ἴσης φαινόμενον καὶ ὁμολογούμενον καὶ μὴ διαπεφωνημένον. περὶ ἑκάστου δὲ τῶν ἀδήλων ἀνήνυτος γέγονε παρ' αὐτοῖς διαφωνία˙ οὐκ ἄρα ἐξ ἑαυτοῦ καὶ κατ' ἐνάργειαν ὑποπεσὸν αὑτῷ κατειληφὼς ἂν εἴη τὸ ἄδηλον ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ διαβεβαιούμενός τε καὶ ἀποφαινόμενος δογματικός.