1.

[2.11] ὅρα δὲ μὴ καὶ νῦν οἱ δογματικοὶ ζητήσεως ἀπείργωνται. οὐ γὰρ τοῖς ἀγνοεῖν τὰ πράγματα ὡς ἔχει πρὸς τὴν φύσιν ὁμολογοῦσι τὸ ζητεῖν ἔτι περὶ αὐτῶν ἀνακόλουθον, τοῖς δ' ἐπ' ἀκριβὲς οἰομένοις ταῦτα γινώσκειν˙ οἷς μὲν γὰρ ἐπὶ πέρας ἤδη πάρεστιν ἡ ζήτησις, ὡς ὑπειλήφασιν, οἷς δὲ τὸ δι' ὃ πᾶσα συνίσταται ζήτησις ἀκμὴν ὑπάρχει, τὸ νομίζειν ὡς οὐχ εὑρήκασιν.