1.

[2.12] (§§ 12-13 Cfr.M VII 1-16.) Οὐκοῦν ζητητέον ἡμῖν ἐστι περὶ ἑκάστου μέρους τῆς καλουμένης φιλοσοφίας συντόμως ἐπὶ τοῦ παρόντος. καὶ ἐπεὶ πολλὴ γέγονε παρὰ τοῖς δογματικοῖς διαφωνία περὶ τῶν μερῶν τῆς φιλοσοφίας, τῶν μὲν ἕν, τῶν δὲ δύο, τῶν δὲ τρία εἶναι λεγόντων, περὶ ἧς οὐκ ἂν εἴη προσῆκον πλείω νῦν διεξιέναι, τὴν δόξαν τῶν δοκούντων τελειότερον ἀνεστράφθαι κατὰ τὸ ἴσον ἐκθέμενοι κατ' αὐτὴν προσάξομεν τὸν λόγον.