1.

[2.13] β´ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως.
Οἱ Στωικοὶ τοίνυν καὶ ἄλλοι τινὲς (Cfr. M VII 16.) τρία μέρη τῆς φιλοσοφίας εἶναι λέγουσι, λογικὸν φυσικὸν ἠθικόν˙ καὶ ἄρχονταί γε τῆς διδασκαλίας ἀπὸ τοῦ λογικοῦ, καίτοι πολλῆς καὶ περὶ τοῦ πόθεν ἄρχεσθαι δεῖ στάσεως γεγενημένης. οἷς ἀκολουθήσαντες ἀδοξάστως, ἐπεὶ τὰ ἐν τοῖς τρισὶ μέρεσι λεγόμενα κρίσεως χρῄζει καὶ κριτηρίου, ὁ δὲ περὶ κριτηρίου λόγος ἐμπεριέχεσθαι δοκεῖ τῷ λογικῷ μέρει, ἀρξώμεθα ἀπὸ τοῦ περὶ κριτηρίου λόγου καὶ τοῦ λογικοῦ μέρους,