1.

[2.16] φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου (Cfr.M VII 37.) διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ' ἂν τριχῶς, τὸ ὑφ' οὗ καὶ τὸ δι' οὗ καὶ τὸ καθ' ὅ (Cfr.M VII 261), οἷον ὑφ' οὗ μὲν ἄνθρωπος, δι' οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια, καθ' ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας, καθ' ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων (Cfr.M VII 35-36).