1.

[2.17] Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ἴσως προειπεῖν, ἵνα ἐννοήσωμεν, περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος˙ λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας, ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι.