1.

[2.18] δ´ εἰ ὑπάρχει τι κριτήριον ἀληθείας.
(§ 18 Cfr.M VIl 48-53.) Τῶν διαλαβόντων τοίνυν περὶ κριτηρίου οἱ μὲν εἶναι τοῦτο ἀπεφήναντο, ὡς οἱ Στωικοὶ καὶ ἄλλοι τινές, οἱ δὲ μὴ εἶναι, ὡς ἄλλοι τε καὶ ὁ Κορίνθιος Ξενιάδης (Cfr. M VII 53, 388) καὶ Ξενοφάνης ὁ Κολοφώνιος (Cfr.M VII 48, 110), λέγων (
B 34, 4 (ed).
)
‘δόκος δ' ἐπὶ πᾶσι τέτυκται˙’
ἡμεῖς δ' ἐπέσχομεν, πότερον ἔστιν ἢ οὐκ ἔστιν.