1.

[2.19] ταύτην οὖν τὴν διαφωνίαν ἤτοι ἐπικριτὴν εἶναι φήσουσιν ἢ ἀνεπίκριτον˙ καὶ εἰ μὲν ἀνεπίκριτον, αὐτόθεν [εἶναι] δώσουσι τὸ δεῖν ἐπέχειν, εἰ δὲ ἐπικριτήν, τίνι κριθήσεται λεγέτωσαν, μήτε κριτήριον ὁμολογούμενον ἡμῶν ἐχόντων, μήθ' ὅλως εἰ ἔστιν εἰδότων ἀλλὰ ζητούντων.