1.

[2.21] Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον, ἵνα καὶ ποικίλως αὐτοὺς ἐλέγχειν ἔχωμεν, οὐκ ἄτοπον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύθητος γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ' ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ' οὗ καὶ τὸ δι' οὗ καὶ τὸ καθ' ὅ, ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν˙ οὕτω γὰρ ἐμμέθοδος ἅμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ' οὗ˙ δοκεῖ γάρ πως συναπορεῖσθαι τούτῳ καὶ τὰ λοιπά.