1.

[2.22] ε´ περὶ τοῦ ὑφ' οὗ.
(§§ 22-28 Cfr.M VII 263-282.) Ὁ ἄνθρωπος τοίνυν δοκεῖ μοι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους (
Phaedr.
p. 229e-230a;
Theaet.
174b) διαρρήδην ὁμολογοῦντος μὴ εἰδέναι, πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν διαφωνοῦσιν, εἶτα καὶ ἀσύνετα λέγουσιν.