1.

[2.23] ὁ μὲν γὰρ Δημόκριτός (
B 165 (ed).
) φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ' ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν˙ διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς ἔσται ἄνθρωπος˙ εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες ἄνθρωποι, οὐδεὶς ἔσται κατ' αὐτὸν ἄνθρωπος.