1.

[2.25] ὁ δ' Ἐπίκουρός (Cfr. fr. 310 Us., M VII 267) φησιν ἄνθρωπον εἶναι τὸ τοιουτονὶ μόρφωμα μετὰ ἐμψυχίας. καὶ κατὰ τοῦτον δή, ἐπεὶ ὁ ἄνθρωπος δείξει ἐμφανίζεται, ὁ μὴ δεικνύμενος οὐκ ἔστιν ἄνθρωπος, καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις, ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος, εἰ δὲ ἄνδρα, ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς (I 100-117).