1.

[2.27] τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ' ἐνέργειαν λέγουσιν ἢ δυνάμει (Cfr. M X 340-343). εἰ μὲν οὖν κατ' ἐνέργειαν, οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς˙ τοῦτο γὰρ τὸ ἐνεργείᾳ θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς˙ [καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ταύτῃ ἄρα ἀσύστατος πέφηνεν ἡ ἐπίνοια τοῦ ἀνθρώπου.