1.

[2.28] ὁ γὰρ Πλάτων (
[Plato]Def. p. 415a
) (Cfr. DLVI 40; M VII, 381), ὅταν ἀποφαίνηται τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, οὐδὲ αὐτὸς ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι˙ εἰ γὰρ καὶ ὁ ἄνθρωπος ἕν τί ἐστι τῶν κατ' αὐτὸν γινομένων μέν, ὄντως δὲ οὐδέποτε ὄντων, ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων διαβεβαιωτικῶς ἀποφαίνεσθαι κατ' αὐτόν, οὐδὲ ὁ Πλάτων ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος, ἀλλ' ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων.