1.

[2.29] (§§ 29-33 Cfr. M VII 283-313.) Εἰ μέντοι καὶ δοίημεν κατὰ συγχώρησιν, ὅτι ἐπινοεῖσθαι δύναται ὁ ἄνθρωπος, ἀκατάληπτος εὑρεθήσεται. συνέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα (Cfr. I, 194) οὔτε ἡ ψυχή˙ οὐδὲ ὁ ἄνθρωπος ἄρα.