1.

[2.31] ἵνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν, πάλιν ὁ ἄνθρωπος εὑρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἶναι τὴν ψυχήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη, δῆλον ἐντεῦθεν˙ τῶν περὶ ψυχῆς διαλαβόντων, ἵνα τὴν πολλὴν καὶ ἀνήνυτον μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον (fr. 63 Müller, fr. 8b Wehrli ) (Cfr.M VII 349), οἱ δὲ εἶναι, οἱ δὲ ἐπέσχον.