1.

[2.32] ταύτην οὖν τὴν διαφωνίαν εἰ μὲν ἀνεπίκριτον εἶναι λέξουσιν οἱ δογματικοί, δώσουσιν αὐτόθεν τὴν τῆς ψυχῆς ἀκαταληψίαν, εἰ δὲ ἐπικριτήν, τίνι ἐπικρινοῦσιν αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ τὸ νοητὴν ὑπ' αὐτῶν εἶναι λέγεσθαι˙ εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ, ἐροῦμεν ὅτι, ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια, ὡς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες, περὶ δὲ τῆς διανοίας διαφερόμενοι,