1.

[2.33] εἰ τῇ διανοίᾳ τὴν ψυχὴν ἐθέλουσι καταλαμβάνειν καὶ τὴν περὶ αὐτῆς διαφωνίαν ἐπικρίνειν, τῷ μᾶλλον ζητουμένῳ τὸ ἧττον ζητούμενον ἐπικρίνειν τε καὶ βεβαιοῦν ἐθελήσουσιν, ὅπερ ἄτοπον. οὐδὲ τῇ διανοίᾳ τοίνυν ἐπικριθήσεται ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο, καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμβάνοιτ' ἄν.