1.

[2.34] (§§ 34-36 Cfr. M VII 314-316.) Ἵνα δὲ καὶ δῶμεν, ὅτι καταλαμβάνεται ὁ ἄνθρωπος, μήποτε οὐκ 〈ἂν〉 ἐνδέχοιτο δεῖξαι, ὅτι ὑπ' αὐτοῦ κρίνεσθαι δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων, ὅτι ὑπ' ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ μετὰ ἀποδείξεως (Cfr. I 115, 164 sqq.). οὔτε δὲ μετὰ ἀποδείξεως˙ δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην, διὰ δὲ τοῦτο καὶ ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολογουμένως, ὑφ' οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ' οὗ), οὐ δυνησόμεθα τὴν ἀπόδειξιν ἐπικρίνειν, διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον, περὶ οὗ ὁ λόγος, ἀποδεικνύναι.