1.

[2.35] εἰ δὲ ἀναποδείκτως λεχθήσεται, ὅτι ὑπὸ τοῦ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἄπιστον ἔσται, ὥστε οὐχ ἕξομεν διαβεβαιοῦσθαι, ὅτι τὸ ὑφ' οὗ κριτήριόν ἐστιν ὁ ἄνθρωπος. ὑπὸ τίνος δὲ καὶ κριθήσεται, ὅτι τὸ ὑφ' οὗ κριτήριον ὁ ἄνθρωπός ἐστιν; οὐ γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ' εἰ μὲν ὑπ' ἀνθρώπου, τὸ ζητούμενον συναρπασθήσεται (Cfr. §§ 57, 60, 65, 67, 121).