1.

[2.36] εἰ δ' ὑπὸ ἑτέρου ζῴου, πῶς ἐκεῖνο πρὸς τὴν κρίσιν τοῦ ἄνθρωπον εἶναι τὸ κριτήριον παραλαμβάνεται; εἰ μὲν γὰρ ἀκρίτως, οὐ πιστευθήσεται, εἰ δὲ μετὰ κρίσεως, πάλιν ἐκεῖνο ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ' εἰ μὲν ὑφ' ἑαυτοῦ, μένει ἡ αὐτὴ ἀτοπία (τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κριθήσεται)˙ εἰ δὲ ὑπὸ ἀνθρώπου, ὁ διάλληλος εἰσάγεται τρόπος˙ εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου, πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ' οὗ, καὶ μέχρις ἀπείρου. καὶ διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν, ὡς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα.