1.

[2.38] ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον, ἐρωτήσομεν αὐτούς, ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τοὺς Στωικοὺς ἢ 〈τῷ Κυρηναϊκῷ ἢ〉 τῷ Κυνικῷ; οὐχ ἕξουσι γὰρ συμφώνως εἰπεῖν.