1.

[2.39] (§§ 39-42 Cfr. M VII 320-326.) εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πιστεύειν, πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι τῶν ἄλλων διαφωνήσουσιν, εἶτα κἂν δοθῇ συμφώνως δύνασθαι ληφθῆναι, τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονότων συνετώτερος, οὐδ' οὕτως ἔσται πίστεως οὗτος ἄξιος.