1.

[2.41] καὶ ἄδηλον, πότερόν ποτε συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διόπερ, κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις, ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς, ὅτι οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ), ἀεὶ δεήσει τὴν τοῦ μετὰ τοῦτον μετὰ ταῦτα [Note:
0. Leggo μετὰ τοῦτον per cfr. con p. 65,22; oppure è forse il caso di espungere del tutto l'espressione, seguendo T?
] (Cfr. § 65) ἐσομένου συνετωτέρου κρίσιν περιμένειν καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι.