1.

[2.42] ἵνα δὲ καὶ κατὰ συγχώρησιν δῶμεν, ὅτι οὐδεὶς τοῦ ὑποτιθεμένου συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται, οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καὶ ἀληθῆ ταῦτα δοκεῖν εἶναι ποιεῖν, ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους, οὐκ εἰσόμεθα πότερόν ποτε, ὡς ἔχει τὸ πρᾶγμα φύσει, οὕτω λέγει, ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὡς ἀληθὲς παρίστησι καὶ ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς, ἅτε δὴ συνετώτερος τῶν ἀνθρώπων ἁπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ' ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος (Cfr. M II 72-78). οὐδὲ τούτῳ τοίνυν συγκαταθησόμεθα ὡς ἀληθῶς τὰ πράγματα κρίνοντι, διὰ τὸ οἴεσθαι μέν οἷόν τε μὲν εἶναι [Note:
0. Mantengo la lezione trádita οἴεσθαι μέν..., come anche Annas-Barnes, 78, n. j, senza l'ulteriore aggiunta 〈οἷόν τε εἶναι〉 proposta da Heintz, 43 e contro la correzione οἷόν τε μὲν εἶναι di Apelt, accettata da Mutschmann e da Tescari.
] αὐτὸν ἀληθῆ λέγειν, οἴεσθαι δ' ὅτι δι' ὑπερβολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βουλόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν.