1.

[2.43] (§§ 43-44 Cfr. M VII 327-334.) Εἰ δὲ φήσει τις, ὅτι τῇ τῶν πολλῶν συμφωνίᾳ χρὴ προσέχειν, λέξομεν ὅτι τοῦτ' ἔστι μάταιον. πρῶτον μὲν γὰρ σπάνιον ἴσως ἐστὶ τὸ ἀληθές, καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κριτηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ' αὐτὸ συμφωνούντων˙ οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμφωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων.