1.

[2.45] διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί, πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι, καθάπερ ἐν τῷ δευτέρῳ τετάρτῳ [Note:
0. Seguo Annas-Barnes, 79, n. l, che leggono δευτέρῳ in luogo di τετάρτῳ; cfr. già Pappenheim 1881, 109.
] τρόπῳ τῆς σκέψεως (I 100-117, 89) ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος διαφορὰν τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τὰς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων.