1.

[2.47] (§ 47 Cfr. M VII 263.) Συμπεριγραφομένων δὲ τούτῳ καὶ τῶν ἄλλων κριτηρίων, ἐπεὶ ἕκαστον αὐτῶν ἤτοι μέρος ἢ πάθος ἢ ἐνέργημά ἐστι τοῦ ἀνθρώπου, ἀκόλουθον μὲν ἦν ἴσως ἐπί τι τῶν ἑξῆς προϊέναι τῷ λόγῳ, ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων ἐν τούτοις˙ ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀντίρρησιν φεύγειν δοκῶμεν, ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπιμέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι' οὗ καλουμένου διαλεξόμεθα.