1.

[2.49] ἀρξώμεθα δὲ ἀπὸ τῶν αἰσθήσεων.
Οὐκοῦν ἐπεὶ τινὲς (Cfr. M VII 126) μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φασίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν), οἱ δὲ (Cfr. MVII 204, 369.) πάντα ὑποκεῖσθαι ὑφ' ὧν οἴονται κινεῖσθαι λέγουσιν, οἱ δὲ (Cfr. M VII 369, 388) τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν˙ οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότερον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι' οὗ χρὴ κρίνειν κατὰ τὴν προκειμένην ὑπόθεσιν.