1.

[2.51] (§§ 51-56 e decem tropis sumpta Cfr. M VII 345, I 100.) ἀλλ' ἔστω κατὰ συγχώρησιν τὰς αἰσθήσεις ἀντιληπτικὰς εἶναι˙ οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄπιστοι εὑρεθήσονται πρὸς τὴν κρίσιν τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων. αἱ γοῦν αἰσθήσεις ὑπεναντίως κινοῦνται ὑπὸ τῶν ἐκτός, οἷον ἡ γεῦσις ὑπὸ τοῦ αὐτοῦ μέλιτος ὁτὲ μὲν πικράζεται, ὁτὲ δὲ γλυκάζεται, καὶ ἡ ὅρασις τὸ αὐτὸ χρῶμα ὁτὲ μὲν αἱμωπὸν, ὁτὲ δὲ λευκὸν εἶναι 〈δοκεῖ〉.