1.

[2.55] εἰ μέντοι καὶ συγχωρήσειέ τις τὰς μὲν τῶν κατὰ φύσιν ἐχόντων φαντασίας εἶναι πιστάς, τὰς δὲ τῶν παρὰ φύσιν διακειμένων ἀπίστους, καὶ οὕτως ἀδύνατος εὑρεθήσεται ἡ διὰ τῶν αἰσθήσεων μόνων κρίσις τῶν ἐκτὸς ὑποκειμένων. ἡ ὅρασις γοῦν καὶ ἡ κατὰ φύσιν ἔχουσα τὸν 〈αὐτὸν〉 πύργον ὁτὲ μὲν στρογγύλον, ὁτὲ δὲ τετράγωνον (Cfr. I 118.) εἶναι λέγει, καὶ ἡ γεῦσις τὰ αὐτὰ σιτία ἐπὶ μὲν τῶν κεκορεσμένων ἀηδῆ, ἐπὶ δὲ τῶν πεινώντων ἡδέα φησὶν εἶναι, καὶ ἡ ἀκοὴ παραπλησίως τῆς αὐτῆς φωνῆς νυκτὸς μὲν ὡς εὐμεγέθους ἀντιλαμβάνεται,