1.

[2.56] ἡμέρας δὲ 〈ὡς〉 ἀμαυρᾶς, καὶ ἡ ὄσφρησις ἐπὶ μὲν τῶν πολλῶν δυσώδη ἐπὶ δὲ τῶν βυρσοδεψῶν οὐδαμῶς τὰ αὐτὰ εἶναι δοκεῖ, καὶ ἡ αὐτὴ ἁφὴ εἰσιόντων μὲν ἡμῶν εἰς τὸ βαλανεῖον θερμαίνεται ὑπὸ τῆς παραστάδος, ἐξιόντων δὲ ψύχεται (Cfr. I 110). διόπερ ἐπεὶ καὶ κατὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις ἑαυταῖς μάχονται, καὶ ἡ διαφωνία ἐστὶν ἀνεπίκριτος, ἐπεὶ μὴ ἔχομεν ὡμολογημένον 〈κριτήριον〉, δι' οὗ κρίνεσθαι δύνανται, τὰς αὐτὰς ἀπορίας ἀκολουθεῖν ἀνάγκη. καὶ ἄλλα δὲ πλείω μεταφέρειν πρὸς τὴν τούτου κατασκευὴν ἐνδέχεται ἐκ τῶν προειρημένων ἡμῖν (Cfr. I 36 sqq.) περὶ τῶν τῆς ἐποχῆς τρόπων. διόπερ οὐκ ἂν εἴη ἀληθὲς ἴσως τὸ τὴν αἴσθησιν μόνην δύνασθαι κρίνειν τὰ ἐκτὸς ὑποκείμενα.